Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.326 Joseph. AJ 12.331 (English) >>Joseph. AJ 12.336

12.329ἔπειτʼ ἐκεῖθεν ἐπὶ τοὺς Ἀμμανίτας ἐξώρμησεν δύναμιν μεγάλην καὶ πολυάνθρωπον ἔχοντας, ὧν ἡγεῖτο Τιμόθεος. χειρωσάμενος δὲ καὶ τούτους τὴν Ἰαζωρῶν ἐξαιρεῖ πόλιν, καὶ τάς τε γυναῖκας αὐτῶν καὶ τὰ τέκνα λαβὼν αἰχμαλώτους καὶ τὴν πόλιν ἐμπρήσας εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν. 12.330μαθόντα δʼ αὐτὸν τὰ γειτονεύοντα τῶν ἐθνῶν ἀνεστροφότα συναθροίζεται εἰς τὴν Γαλαδηνὴν ἐπὶ τοὺς ἐν τοῖς ὅροις αὐτῶν Ἰουδαίους. οἱ δὲ καταφυγόντες εἰς Διάθημα τὸ φρούριον πέμψαντες πρὸς Ἰούδαν ἐδήλουν αὐτῷ, ὅτι λαβεῖν ἐσπούδακεν Τιμόθεος τὸ χωρίον, εἰς συνεπεφεύγεσαν. 12.331ἀναγινωσκομένων δὲ τῶν ἐπιστολῶν τούτων κἀκ τῆς Γαλιλαίας ἄγγελοι παραγίγνονται σημαίνοντες ἐπισυνῆχθαι τοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν ἄλλων ἐθνῶν τῆς Γαλιλαίας. 12.332

Πρὸς οὖν ἀμφοτέρας τὰς τῶν ἠγγελμένων χρείας σκεψάμενος Ἰούδας τι χρὴ ποιεῖν, Σίμωνα μὲν τὸν ἀδελφὸν προσέταξεν ὡς τρισχιλίους τῶν ἐπιλέκτων λαβόντα τοῖς ἐν Γαλιλαίᾳ βοηθὸν ἐξελθεῖν Ἰουδαίοις. 12.333αὐτὸς δὲ καὶ Ἰωνάθης ἕτερος ἀδελφὸς μετʼ ὀκτακισχιλίων στρατιωτῶν ὥρμησαν εἰς τὴν Γαλαδῖτιν· κατέλιπεν δʼ ἐπὶ τῶν ὑπολοίπων τῆς δυνάμεως Ἰώσηπόν τε τὸν Ζαχαρία καὶ Ἀζαρίαν προστάξας αὐτοῖς φυλάττειν ἐπιμελῶς τὴν Ἰουδαίαν καὶ συνάπτειν πόλεμον πρὸς μηδένα, ἕως ἂν αὐτὸς ἐπανέλθῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.326 Joseph. AJ 12.331 (English) >>Joseph. AJ 12.336

Powered by PhiloLogic